Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 16.15 Dem. 16.19 (English) >>Dem. 16.23

16.18ἐγὼ δὲ νομίζω τὴν πόλιν, πρῶτον μὲν καὶ χωρὶς τοῦ καθυφεῖναι Λακεδαιμονίοις τινὰς Ἀρκάδων, Ὠρωπὸν ἂν κομίσασθαι, καὶ μετʼ ἐκείνων, ἂν τὰ δίκαια ποιεῖν ἐθέλωσι, καὶ μετὰ τῶν ἄλλων τῶν οὐκ οἰομένων δεῖν Θηβαίους ἐᾶν ἔχειν τἀλλότρια. εἰ δʼ ἄρα τοῦτʼ εὔδηλον ἡμῖν γένοιτο, ὅτι μὴ Λακεδαιμονίους ἐῶντες τὴν Πελοπόννησον καταστρέψασθαι οὐχ οἷοί τʼ ἐσόμεθʼ Ὠρωπὸν λαβεῖν, αἱρετώτερον, εἰ οἷόν τʼ εἰπεῖν, ἡγοῦμαι τὸν Ὠρωπὸν ἐᾶν Λακεδαιμονίοις Μεσσήνην προέσθαι καὶ Πελοπόννησον. οὐ γὰρ ἂν ἡγοῦμαι περὶ τούτου μόνον ἡμῖν εἶναι τὸν λόγον πρὸς ἐκείνους, ἀλλʼἐάσω τό γʼ ἐπελθὸν εἰπεῖν μοι· περὶ πολλῶν δʼ ἂν οἶμαι κίνδυνον ἡμῖν γενέσθαι.

16.19ἀλλὰ μὴν γέ φασιν πεπρᾶχθαι διὰ Θηβαίους τοῖς Μεγαλοπολίταις ὑπεναντία πρὸς ἡμᾶς, ἄτοπον νῦν μὲν ἐν κατηγορίας μέρει ποιεῖσθαι, βουλομένων δὲ γενέσθαι φίλων αὐτῶν, ἵνα τοὐναντίον εὖ ποιῶσιν ἡμᾶς, βασκαίνειν καὶ σκοπεῖν ἐξ ὅτου τρόπου μὴ γενήσονται, καὶ μὴ γιγνώσκειν ὅτι, ὅσῳ ἂν σπουδαιοτέρους τούτους περὶ Θηβαίους γεγενημένους ἀποδείξωσι, τοσούτῳ πλείονος ὀργῆς αὐτοὶ δικαίως ἂν τυγχάνοιεν, εἰ τοιούτων συμμάχων τὴν πόλιν, ὅτʼ ἐφʼ ὑμᾶς προτέρους ἦλθον Θηβαίους, ἀπεστέρησαν. 16.20ἀλλʼ, οἶμαι, ταῦτα μέν ἐστι δεύτερον ἀνθρώπων βουλομένων ἑτέρων ποιῆσαι τούτους συμμάχους. ἐγὼ δʼ οἶδα, ὅσʼ ἂν ἐκ λογισμοῦ σκοπῶν τις εἰκάσαι, καὶ τοὺς πολλοὺς οἶμαι ὑμῶν ἐμοὶ ταὐτὰ φήσειν, ὅτι εἰ λήψονται Μεγάλην πόλιν Λακεδαιμόνιοι, κινδυνεύσει Μεσσήνη· εἰ δὲ καὶ ταύτην λήψονται, φήμʼ ἡμᾶς ἔσεσθαι συμμάχους Θηβαίων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 16.15 Dem. 16.19 (English) >>Dem. 16.23

Powered by PhiloLogic